Text
τῇδ᾽ ὑπὸ τὰν ἄρκευθον ἴτ᾽ ἀμπαύοντες, ὁδῖται,
γυῖα παρ᾽ Ἑρμείᾳ σμικρὸν ὁδοῦ φύλακι,μὴ φύρδαν, ὅσσοι δὲ βαρεῖ γόνυ κάμνετε μόχθῳ
καὶ δίψᾳ, δολιχὰν οἶμον ἀνυσσάμενοι.πνοιὴ γὰρ καὶ θῶκος ἐύσκιος. ἅ θ᾽ ὑπὸ πέτρᾳ
— Paton edition
πῖδαξ εὐνήσει γυιοβαρῆ κάματον
ἔνδιον δὲ φυγόντες ὀπωρινοῦ κυνὸς ἄσθμα,
ὡς θέμις, Ἑρμείην εἰνόδιον τίετε.
Comments